TLG 2153 001 :: BION :: Testimonia BION Math.
Phil. Testimonia test. 1–2 Citation: Fragment — (line) | ||
1 | DIOG. IV 58 γεγόνασι δὲ Βίωνες δέκα· ... τέταρτος Δημοκρίτειος καὶ μαθηματικός, Ἀβδηρίτης, Ἀτθίδι γεγραφὼς καὶ Ἰάδι· οὗτος πρῶτος εἶπεν εἶναί τινας οἰκήσεις, ἔνθα γίνεσθαι ἓξ μηνῶν τὴν νύκτα καὶ ἓξ τὴν ἡμέραν. | |
2 | STRAB. I p. 29 τοῦ δὲ δύο εἶναι τοὺς ἀνέμους ποιοῦνται μάρτυρας Θρασυ‐ άλκην [c. 35, 2] τε καὶ τὸν ποιητὴν αὐτὸν 〈τῶι〉 τὸν μὲν Ἀργέστην τῶι Νότωι προσνέμειν ‘ἀργέσταο Νότοιο‘ [L 306 Q 334], τὸν δὲ Ζέφυρον τῶι Βορέαι ‘Βορέης καὶ Ζέφυρος, τώ τε Θρήικηθεν ἄητον‘ (Ι 5]. φησὶ δὲ Ποσειδώνιος [FGrHist. 87 | |
5 | F 74 II 268] μηδένα οὕτως παραδεδωκέναι τοὺς ἀνέμους τῶν γνωρίμων περὶ ταῦτα οἷον Ἀριστοτέλη, Τιμοσθένη, Βίωνα τὸν ἀστρολόγον, ἀλλὰ τὸν μὲν ἀπὸ θερινῶν ἀνατολῶν καικίαν, τὸν δὲ τούτωι κατὰ διάμετρον ἐναντίον λίβα ἀπὸ δύσεως ὄντα χειμερινῆς· πάλιν δὲ τὸν μὲν ἀπὸ χειμερινῆς ἀνατολῆς εὗρον, τὸν δ’ ἐναντίον ἀργέστην· τοὺς δὲ μέσους ἀπηλιώτην | |
---|---|---|
10 | καὶ ζέφυρον. | 251 |